Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα καθαράν σου τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν. Δίκαιον γὰρ ἐστιν ἐμὲ τὸν οὕτω πανάσωτον ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι· πλήν, ἐπειδήπερ διὰ τοῦτο γέγονεν ὁ Θεός, ὅν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέση τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν καγῶ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.
Παρθένε Δέσποινα Θεοτόκε ἐσὺ πού γέννησες κατὰ σάρκα τὸ Θεὸ Λόγο, γνωρίζω ὅτι δὲν εἶναι εὐπρεπές, οὔτε ἄξιο, γιὰ μένα τὸν πανάσωτο, ἔχοντας ἀκόμη μολυσμένα μάτια καὶ ἀκάθαρτα χείλη, νὰ ἴδω τὴν εἰκόνα, σοῦ τῆς Ἁγνῆς, τῆς Ἀειπαρθένου, τῆς ἐχούσης τὸ σῶμα καὶ τὴν ψυχὴν καθαρὰ καὶ ἀμόλυντα, νὰ τὴν προσκυνῶ καὶ νὰ τὴν παρακαλῶ. Πιὸ σωστὸ εἶναι γιὰ μένα τὸν ἄσωτο νὰ μισηθῶ καὶ νὰ ἐπιτιμηθῶ ἀπὸ τὴ δική σου καθαρότητα· ἐπειδὴ ὅμως ὁ Θεὸς τὸν Ὁποῖον γέννησες, ἔγινε ἄνθρωπος γιὰ νὰ μᾶς καλέση τοὺς ἁμαρτωλοὺς σὲ μετάνοια, παίρνω καὶ ἐγὼ τὸ θάρρος καὶ προσέρχομαι κοντά σου καὶ σὲ παρακαλῶ μὲ δάκρυα.
Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξομολόγησιν, καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἰκετηρίαν ποιοῦσα, ὅπως ἴλεως γένηται τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ μου ψυχῇ· διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι τοῦ πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν. Διὰ τοῦτο σὲ προβάλλομαι πρέσβυν τὲ καὶ μεσίτιν, διότι πολλῶν καὶ μεγάλων ἀπολαύσας δωρεῶν παρὰ τοῦ πλαστουργήσαντός με Θεοῦ, ἀμνήμων πάντων φανεῖς ὁ ἄθλιος καὶ ἀχάριστος, εἰκότως παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὠμοιώθην αὐτοῖς· πτωχεύων ταῖς ἀρεταῖς, πλουτῶν τοῖς πάθεσιν, αἰσχύνης πεπληρωμένος, παρρησίας θείας ἐστερημένος, κατακρινόμενος ὑπὸ Θεοῦ, θρηνούμενος ὑπὸ Ἀγγέλων, γελώμενος ὑπὸ δαιμόνων, μισούμενος παρὰ ἀνθρώπων, ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος, ὑπὸ τῶν πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὧν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων. Διὸ δὴ εἰς τὴν σὴν καὶ μόνην καταφεύγω θερμοτάτην ἀντίληψιν, Δέσποινα Θεοτόκε, ὁ τῶν μυρίων ὀφειλέτης ταλάντων ἐγώ, ὁ ἀσώτως δαπανήσας τὴν πατρικὴν οὐσίαν μετὰ πορνῶν, ὁ πορνεύσας ὑπὲρ τὴν πόρνην, ὁ παρανομήσας ὑπὲρ τὸν Μανασσήν, ὁ ὑπὲρ τὸν πλούσιον ἄσπλαγχνος γεγονῶς, ὁ λαιμαργιῶν δοῦλος, τὸ τῶν πονηρῶν λογισμῶν δοχεῖον, ὁ τῶν αἰσχρῶν καὶ ρυπαρῶν λόγων θησαυροφύλαξ, ὁ πάσης ἀκαθαρσίας ἔμπλεως καὶ πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος.
Κάμε δεκτὴ τὴν ἐξαγόρευση τῶν πολλῶν καὶ χαλεπῶν ἁμαρτιῶν μου καὶ φέρε τὴ μετάνοιά μου στὸ μονογενῆ σου Υἱὸ καὶ Θεό, παρακαλώντας τὸν νὰ λυπηθῆ τὴν ἄθλια καὶ ταλαίπωρη ψυχή μου. Γιατί ἕνεκα τοῦ πλήθους τῶν ἁμαρτιῶν μου ἐμποδίζομαι νὰ ἀτενίσω πρὸς Αὐτὸν καὶ νὰ ζητήσω συγχώρηση. Γὶ αὐτὸ σὲ προβάλλω ὡς πρέσβη καὶ μεσίτρια, γιατί ἐνῶ ἀπόλαυσα πολλῶν καὶ μεγάλων δωρεῶν παρὰ τοῦ δημιουργήσαντός με Θεοῦ, τὶς ξέχασα ὅλες, ὁ ἄθλιος καὶ ἀχάριστος, ὁμοιωθεῖς ἔτσι μὲ τὰ ἀνόητα κτήνη· πτωχεύοντας στὶς ἀρετές, καὶ πλουτώντας στὰ πάθη, γεμάτος ντροπὴ καὶ στερημένος ἀπὸ τὴ θεία παρρησία, ἔχω κατακριθεῖ ἀπὸ τὸ Θεό, καὶ γὶ΄ αὐτὸ θρηνοῦν γιὰ μένα οἱ Ἄγγελοι, καὶ χαίρονται οἱ δαίμονες. Μισοῦμαι ἀπὸ τοὺς ἀνθρώπους, ἐλεγχόμενος ὑπὸ τῆς συνειδήσεως, γεμάτος ντροπὴ γιὰ τὰ πονηρά μου ἔργα, νεκρὸς πρὶν τὸ θάνατό μου, καὶ πρὶν τὴν κρίση αὐτοκατάκριτος, καὶ πρὶν ἀπὸ τὴν ἀτελεύτητη κόλαση αὐτοτιμωρούμενος ἀπὸ τὴν ἀπόγνωση. Γὶ αὐτὸ καταφεύγω μόνο στὴ δική σου καὶ μόνη βοήθεια, Δέσποινα Θεοτόκε, ὁ ὀφειλέτης μυρίων ταλάντων, ἐγὼ πού σπατάλησα τὴν πατρικὴ περιουσία μὲ πόρνες, πού φέρθηκα χειρότερα καὶ ἀπὸ τὴν πόρνη, πού παρανόμησα πιὸ πολὺ ἀπὸ τὸν Μανασσή, πού ἔγινα ἄσπλαγχνος περισσότερο καὶ ἀπὸ τὸν πλούσιο, ὁ λαίμαργος δοῦλος, τὸ δοχεῖο τῶν πονηρῶν λογισμῶν, ὁ φύλακας τῶν αἰσχρῶν καὶ ρυπαρῶν λόγων, ὁ γεμάτος μὲ κάθε ἀκαθαρσία, ὁ ξένος κάθε ἀγαθοῦ ἔργου.
Ελέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν. Μεγάλην ἔχεις πρὸς τὸν ἔκ σοῦ τεχθέντα τὴν παρρησίαν, ὡς οὐδεὶς ἕτερος. Πάντα δύνασαι, ὡς Θεοῦ Μήτηρ. Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα κτισμάτων. Οὐδὲν σοῖ ἀδυνατεῖ, ἐὰν θελήσης μόνον. Μὴ τὰ δάκρυά μου παρίδης· μὴ βδελύξη μου τὸν στεναγμόν· μὴ ἀπώση μου τὸν ἐγκάρδιον πόνον· μὴ καταισχύνης μου τὴν εἰς σὲ προσδοκίαν· ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι τὴν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ σου ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσον μὲ τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλόν σου τὸ πρῶτον καὶ ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν ἀποβαλεῖν, ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι τῇ δικαιοσύνῃ, ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ, ζῆσαι τῇ ἀρετῇ· ὀδοιπορούντι μοὶ συνοδεύουσα, ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, ἀεὶ πολεμοῦντας μὲ δαίμονας νικώσα, ἀγρυπνοῦντα μὲ ἐνισχύουσα, ὑπνούντα διαφυλάττουσα, θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα παρακαλοῦσα, ἀσθενοῦντα ρωννύουσα, ἀδικούμενον ρυομένη, συκοφαντούμενον ἀθωοῦσα, εἰς θάνατον κινδυνεύοντα συντόμως προφθάνουσα, φοβερὸν μὲ ὀρατοῖς ἐχθροῖς καὶ ἀοράτοις δεικνύουσα κὰθ΄ ἑκάστην, ἴνα γνώσωσι πάντες οἱ ἀδίκως τυραννοῦντές με δαίμονες τίνος δοῦλος ὑπάρχω.
Ελεήσέ μου τὴν ταπείνωση καὶ λυπήσου τὴν ἀσθένειά μου. Σὺ μόνο ἔχεις τόσο μεγάλη παρρησία πρὸς τὸν ἔκ σοῦ τεχθέντα καὶ κανεὶς ἄλλος. Τὰ πάντα μπορεῖς ὡς Μητέρα τοῦ Θεοῦ. Γιὰ ὅλα ἔχεις τὴν ἰσχὺ ὡς ὑπερέχουσα ὅλων τῶν κτισμάτων. Τίποτα δὲν σοῦ εἶναι ἀδύνατο, ἀρκεῖ νὰ τὸ θελήσεις. Μὴν παραβλέψης τὰ δάκρυά μου, μὴν ἀηδιάσης τὸ στεναγμό μου, μὴν ἀποστραφῆς τὸν πόνον τῆς καρδιᾶς μου, μὴν ντροπιάσης τὴν προσδοκίαν μου σὲ σένα, ἀλλὰ μὲ τὶς μητρικές σου παρακλήσεις ἀπόσπασε γιὰ μένα τὴν εὐσπλαγχνία τοῦ ἀγαθοῦ Υἱοῦ σου καὶ Θεοῦ καὶ ἀξίωσε μὲ τὸν ταλαίπωρο καὶ ἀνάξιο δοῦλό σου νὰ ξαναβρῶ τὸ ἀρχαῖο προπτωτικὸ κάλλος τῆς ψυχῆς, νὰ ἀποβάλω τὴν ἀσχήμια τῶν παθῶν, νὰ ἀπελευθερωθῶ ἀπὸ τὰ δεσμὰ τῆς ἁμαρτίας καὶ νὰ γίνω ὑπηρέτης τῆς δικαιοσύνης, νὰ ἐκδυθῶ τὸ μόλυσμα τῆς σαρκικῆς ἡδονῆς καὶ νὰ ἐνδυθῶ τὸν ἁγιασμὸ τῆς ψυχικῆς καθαρότητας, νὰ νεκρωθῶ γιὰ τὸν κόσμο καὶ νὰ ζήσω μέσα στὴν ἀρετή. Συνοδοιπόρησε καὶ σύμπλευσε μαζί μου, στὶς ἀγρυπνίες ἐνίσχυσέ με, παρηγόρησέ με στὶς θλίψεις, γιὰ τὶς ὀλιγοψυχίες μου παρακάλεσε, δώρισέ μου τὴν θεραπεία τῶν ἀσθενειῶν, λύτρωσε μὲ ἀπὸ τὶς ἀδικίες, ἀπὸ τὶς συκοφαντίες ἀθώωσέ με, στὸ θανάσιμο κίνδυνο σπεῦσε σὲ βοήθειά μου. Ἀνάδειξέ με καθημερινὰ ἰσχυρὸ στοὺς ἀόρατους ἐχθρούς μου, γιὰ νὰ μάθουν ὅλοι οἱ δαίμονες πού ἄδικα μὲ τυραννοῦν ποιανοὺ εἶμαι δοῦλος.
Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσόν μου τῆς οἰκτροτάτης ταύτης δεήσεως, καὶ μὴ καταισχύνης μὲ ἀπὸ τῆς προσδοκίας μου, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Τὸν βρασμὸν τῆς σαρκός μου κατασβεσον· τὸν ἐν τῇ ψυχῇ μου ἐγειρόμενον ἀγριώτατον κλύδωνα τοῦ ἀκαίρου θυμοῦ καταπράυνον· τὸν τύφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας νεότητος ἐκ τοῦ νοός μου ἀφάνισον· τὰς νυκτερινᾶς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς καθημερινάς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολᾶς ἐκ τῆς καρδίας μου μείωσον· παίδευσόν μου τὴν γλώτταν λαλεῖν τὰ συμφέροντα· δίδαξον τοὺς ὀφθαλμούς μου τοῦ βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύτητα· τοὺς πόδας μου τρέχειν ἀσκελίστως ποίησον τὴν μακαρίαν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ· τὰς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἴνα ἀξίως αἴρωνται πρὸς τὸν Ὕψιστον· κάθαρόν μου τὸ στόμα, ἴνα μετὰ παρρησίας ἐπικαλέσωμαι Πατέρα τὸν φοβερὸν Θεὸν καὶ πανάγιον. Ἀνοιξόν μου τὰ ὦτα, ἴνα ἀκούσω αἰσθητῶς καὶ νοερῶς τὰ γλυκύτερα μέλιτος καὶ κηρίου τῶν ἁγίων Γραφῶν λόγια· δεχόμενος ποιῶ αὐτὰ ὑπό σου κραταιούμενος.
Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσε τὴν οἰκτρὴ δεήσή μου, καὶ μὴ ντροπιάσης τὴν προσδοκία μου, σὺ ποῦ (μετὰ τὸ Θεὸ) εἶσαι ἡ ἐλπίδα πάντων τῶν περάτων τῆς γῆς. Τὸ βρασμὸ τῆς σάρκας μου κατάσβεσε, τὴν ἀγριώτατη ταραχὴ τῆς ψυχῆς μου κατεύνασε, τὸν πικρὸ θυμό μου καταπράϋνε, τὸν τύφο καὶ τὴν ἀλαζονία τῆς μάταιας οἰήσεως ἀφάνισε ἀπὸ τὸ νοῦ μου. Μείωσε τὶς νυκτερινὲς φαντασιώσεις τῶν πονηρῶν πνευμάτων, καθὼς καὶ τὶς καθημερινὲς τῶν ἀκάθαρτων ἐννοιῶν προσβολὲς ἀπὸ τὴν καρδιά μου. Διαπαιδαγώγησε τὴ γλώσσα μου γιὰ νὰ λέει τὰ συμφέροντα. Δίδαξε τὰ μάτια μου νὰ βλέπουν σωστὰ τὴν ὁδὸ τῆς ἀρετῆς. Ἐνίσχυσε τὰ πόδια μου γιὰ νὰ βαδίζουν τὴν μακαρία ὁδὸ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τὰ χέρια μου ἁγίασε γιὰ νὰ τὰ σηκώνω ἐπάξια στὸν Ὕψιστο. Καθάρισε τὸ στόμα μου, γιὰ νὰ ἐπικαλοῦμαι μὲ παρρησία ὡς Πατέρα τὸν πανάγιο καὶ φοβερὸ Θεό. Ἄνοιξε τὰ αὐτιά μου, γιὰ νὰ ἀκούω, καταλαβαίνω καὶ ἐφαρμόζω τὰ λόγια τῶν Ἁγίων Γραφῶν, ποῦ εἶναι πιὸ γλυκὰ ἀπὸ τὸ κερὶ καὶ τὸ μέλι, ἐνισχυόμενος ἀπὸ ἐσέ.
Δός μοὶ καιρὸν μετανοίας καὶ λογισμὸν ἐπιστροφῆς. Αἰφνιδίου μὲ ἐλευθέρωσον θανάτου. Κατακεκριμένου μὲ συνειδότος ἁπάλλαξον. Τέλος παραστηθὶ μοὶ ἐν τῷ χωρισμῶ τῆς ταπεινῆς μου ψυχῆς ἐκ τοῦ ἀθλίου τούτου σώματος, τὴν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τὸν ἀνέκφραστον ἐκεῖνον ἐπικουφίζουσα πόνον, τὴν ἀπαραμύθητον ἐκείνην παραμυθουμένη στενοχωρίαν, τῆς σκοτεινῆς μὲ τῶν δαιμόνων λυτρουμένη μορφῆς, τοῦ πικροτάτου λογοθεσίου τῶν τελωνῶν τοῦ ἀέρος καὶ τῶν ἀρχόντων τοῦ σκότους ἐξαίρουσα, τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν διαρρήσουσα, τῷ Θεῶ μὲ οἰκειοῦσα, τῆς ἐκ δεξιῶν αὐτοῦ καὶ μακαρίας στάσεως, τῆς ἐν τῷ φοβερῷ κριτηρίῳ, καταξιοῦσα, τῶν αἰωνίων καὶ ἀνυποίστων ρυομένη κολάσεων, τῶν ἀοιδίμων καὶ ἀκηράτων ἀγαθῶν ποιοῦσα κληρονόμον.
Δώσε μου καιρὸ μετανοίας, καὶ λογισμὸ ἐπιστροφῆς. Φύλαξε μὲ ἀπὸ τὸν αἰφνίδιο θάνατο. Ἀπάλλαξέ με ἀπὸ τὴν κατάκριση τῆς συνειδήσεως. Τέλος παραστάσου κοντά μου κατὰ τὸ χωρισμὸ τῆς ψυχῆς μου ἀπὸ τὸ ἄθλιό μου σῶμα, γιὰ νὰ ἐλαφρύνης ἔτσι τὴν ἀφόρητη αὐτὴ βία, νὰ ἀνακουφίσης τὸν ἀνέκφραστον πόνον, καὶ νὰ παρηγορήσεις τὴν ἀπαραμύθητη στενοχώρια μου. Λύτρωσε μὲ ἀπὸ τὴ σκοτεινὴ μορφὴ τῶν δαιμόνων, παραμερίζουσα τὸν ἄρχοντα τοῦ σκότους καὶ σχίζουσα τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν. Φέρε μὲ σὲ οἰκειότητα μὲ τὸ Θεὸ καὶ ἀξίωσε μὲ νὰ βρεθῶ στὰ δεξιά Του, κατὰ τὴν ὥρα τῆς φοβερῆς κρίσεως, καὶ νὰ μὲ κάμης κληρονόμο τῶν αἰωνίων καὶ ἄφθορων ἀγαθῶν.
Ταύτην σοὶ προσφέρω τὴν ἐξομολόγησιν, Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία ἐμῆς ψυχῆς, ἡ μετὰ Θεόν μου ἐλπὶς καὶ προστασία· ἥν εὐμενῶς προσδεξαι, καὶ καθάρισον μὲ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξιοῦσα μὲ ἐν τῷ παρόντι αἰώνι ἀκατακρίτως μετέχειν τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐν τῷ μέλλοντι δὲ τῆς γλυκύτητος τοῦ οὐρανίου δείπνου, τῆς τρυφῆς τοῦ παραδείσου, τῆς βασιλείας τοῦ Θεοῦ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Καὶ τούτων τυχῶν τῶν ἀγαθῶν ὁ ἀνάξιος, δοξάσω εἰς αἰώνα αἰῶνος τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, τοῦ δεχομένου πάντας τοὺς ἐξ ὅλης μετανοοῦντας ψυχῆς, διὰ τὸ σὲ γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσίτιν καὶ ἐγγυήτριαν, καὶ διά σοῦ, πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, περισώζεται πάσα βροτεία φύσις, αἰνοῦσα καὶ εὐλογοῦσα Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Αυτή τὴν ἐξομολόγησή μου ἀπευθύνω σὲ σένα Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία τῆς ψυχῆς μου, ἡ μετὰ τὸν Θεὸν ἐλπὶς καὶ προστασία μου, τὴν ὁποία ἐξομολόγησή μου δέξου εὐμενῶς καὶ καθάρισε μὲ ἀπὸ κάθε μολυσμὸ σαρκὸς καὶ πνεύματος. Ἀξίωσε μὲ ἐν ὄσω ζῶ νὰ κοινωνῶ χωρὶς κατάκριση, τὸ πανάγιο καὶ πανάχραντο Σῶμα καὶ Αἷμα τοῦ Υἱοῦ σου καὶ Θεοῦ, καὶ στὸ μέλλον νὰ συμμετάσχω στὴ γλυκυτάτη οὐράνια τροφὴ τοῦ Παραδείσου, ὅπου βρίσκεται ὅλων τῶν εὐφραινομένων ἡ κατοικία. Αὐτῶν τῶν ἀγαθῶν ἐλπίζοντας νὰ τύχω κι ἐγὼ ὁ ἀνάξιος, δοξάζω στοὺς αἰῶνες τῶν αἰώνων τὸ παντιμο καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, πού δέχεται ὅλους ὅσους μετανοοῦν εἰλικρινά, χάρις σὲ σένα πού εἶσαι μεσίτρια καὶ ἐγγυήτρια ὅλων τῶν ἁμαρτωλῶν, γιατί χάρις σὲ σένα πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, σώζεται ὁλόκληρη ἡ ἀνθρωπίνη φύση, πού αἰνεῖ καὶ εὐλογεῖ τὸν Πατέρα τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Παναγία καὶ ὁμοούσια Τριάδα, τώρα καὶ πάντοτε στοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νεοελληνικὴ ἀπόδοσις: Βασίλειος Σκιαδάς, θεολόγος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Παρακαλούμε τα σχολιά σας να ειναι σχετικά με το θέμα, περιεκτικά και ευπρεπή. Για την καλύτερη επικοινωνία δώστε κάποιο όνομα ή ψευδώνυμο. Διαφημιστικά σχόλια δεν δημοσιεύονται.
Επειδή δεν υπάρχει η δυνατότητα διόρθωσης του σχολίου σας παρακαλούμε μετά την τελική σύνταξή του να ελέγχεται. Προτιμάτε την ελληνική γραφή κι όχι την λατινική (κοινώς greeklish).
Πολύ σημαντικό είναι να κρατάτε προσωρινό αντίγραφο του σχολίου σας ειδικά όταν είναι εκτενές διότι ενδέχεται να μην γίνει δεκτό από την Google (λόγω μεγέθους) και θα παραστεί η ανάγκη να το σπάσετε σε δύο ή περισσότερα.
Το σχόλιό σας θα δημοσιευθεί, το αργότερο, μέσα σε λίγες ώρες, μετά από έγκριση του διαχειριστή του ιστολογίου, ο οποίος είναι υποχρεωμένος να δημοσιεύει όλα τα σχόλια που δεν παραβαίνουν τους όρους που έχουμε θέσει στις παρούσες οδηγίες.
Υβριστικά, μη ευπρεπή και προπαγανδιστικά σχόλια θα διαγράφονται ή δεν θα δημοσιεύονται.